τηδείων ἡμῖν τοῖς τεταραγμένοις ἐκεῖνο λέγω· μικρὸν χρόνον ἀποστήσαντες ὑμᾶς αὐτοὺς ἧς νῦν ἔχετε δόξης περὶ τῶν ὀρχουμένων καὶ δεξάμενοι μεθ’ ἡσυχίας τὸν λόγον, ἂν μέν τι φαίνωμαι λέγων καὶ περιγένωνται τῶν κατηγοριῶν οἱ λογισμοί, παύσασθε πονηρὸν νομί-
ζοντες ὃ μὴ τοιοῦτόν ἐστιν· ἂν δὲ μηδὲν τῶν νῦν 1 δοκούντων | ὁ λόγος μεταστῆσαι δυνηθῇ, μένη δὲ ἐν ταῖς ψυχαῖς καὶ μετὰ τὴν ἀκρόασιν ἡ πρὸ τῶν λόγων ψῆφος, τότ’ ἤδη με φάσκειν οὐ καλῶς βεβου- λεῦσθαι δόντα τοῖς αἰσχίστοις ἐμαυτὸν συνήγορον.
ψεῦδος ἣν ἴσως, τοῦτο συνίσασιν, ἀλλ’ ἐκ τοῦ πολλῷ μείζονος εἰς πίστιν, ἐκ τῶν ἔργων αὐτῶν ἐπίστανται, πόσον τι τὸ φίλτρον τοῦ ῥήτορος ἐν ἐμοί· τὸ γάρ, ἡνίκα ἂν ποιῶ λόγους, τῶν ἰχνῶν ἔχεσθαι τῶν Ἀρι- στείδου καὶ πειρᾶσθαι τοὺς ἐμοὺς ἀφομοιοῦν εἰς ὅσον
οἷόν τε τοῖς ἐκείνου καὶ κέρδος ποιεῖσθαι τοῦ βίου τό τινα τῶν καθημένων εἰπεῖν ὡς ἐοίκαμεν, σημεῖον, οἶμαι, παμμέγεθες τοῦ τῶν ἄκρων ἡγεῖσθαι τὸν ῥήτορα.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.