τὴν μὲν τῶν τούτοις προσόντων, τὴν δὲ τῶν τοῖς ἄλλοις, μηδαμοῦ τἄλλαἂν εἶναι δόξαι πρὸς ταῦτα. ταυτὶ θυμὸν μὲν ἐμφανίζει πολύν, βέβλαπται δὲ [καὶ] ὁ λόγος τῷ θυμῷ. τῆς γὰρ ὑπερβολῆς γενό- μενος, τὸ πρᾶγμα δὲ οὐκ ἐξετάσας ἐξώσθη τοῦ πιθα-
νοῦ. τίς γὰρ ἂν συγχωρήσαι τῶν ἄλλων ἀπάντων ὅσα παρ’ ἀνθρώποις τολμᾶται πλείω τὰ τούτων εἶναι καὶ μείζω; τούτους γὰρ μετά μὲν τῶν ἀρίστων θεῖναι ὧν οἱ μὲν ἐν λόγοις, οἱ δὲ ἐν ἔργοις τὰς αὑτῶν φύσεις ἐπεδείξαντο, οὔτ’ ἴσως εὐσεβὲς οὔθ’ ὅσιον,
πάλιν δὲ τῶν πονηροτάτων κακίους ἄγειν οὐδὲ τοῦτο δίκαιον.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.