ταύτην δέ, εἴ τι σοφώτερον εὗρε, μισήσομεν; καὶ οὐκ ἀκουσόμεθα τοῦ λέγοντος ὡς ἐν ταῖς τέχναις τά ἐπι- γιγνόμενα κρατεῖ;
τούτων ἀπηλλάχθαι κακῶν ἔσχστον. ἡ μὲν κατα- δρομὴ γενναία τοῦ λόγου καὶ τοῖς χειμάρροις ἐοικυῖα πάντα τὰ χείριστα ταῖς τούτων ἀνατιθεῖσα κεφαλαῖς, ἀπόδειξις δὲ ἢ μείζων ἢ ἐλάττων οὐδαμοῦ. εἰ μὲν οὖν ἀρκεῖ καλέσαι κάκίστον καὶ τὸ ῥῆμα τὴν πίστιν
ἔχει, τῶν ὀρχηστῶν οὐδὲν μιαρώτερον, ὡς οὐκ ἴσθ’ ὅ τι παραλέλοιπεν ὁ ἀνὴρ τῆς εἰς αὐτοὺς βλασφημίας· εἰ δὲ χωρὶς ἔλεγχός τε καὶ τὸ κακῶς εἰπεῖν, | ἀκη- 1 2 3 4 κόασι μὲν οὗτοι κακῶς, ὅθεν δὲ δεῖ πιστεῦσαι τοῖς εἰρημένοις, οὐκ ἔστιν.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.