μόνος ἐγγυητὴν καταστήσας αὐτὸν τῶν ἄλλων τὸ αὑτῶν θεραπευόντων, ἐκεῖνος ὁ τοὺς εἰς λειτουργίαν ἐμβαίνοντας ἐπὶ τὰ αὐτοῦ χρήματα καλῶν πάντα φόβον ἀνελών, ἐκεῖνος ὁ παύων ἄρχοντας θυμου- μένους, ἐκεῖνος ὁ ποιῶν ἡμέρους, ὁ διδάσκων μὴ τῶν
ὀφειλομένων τιμῶν τοὺς βουλεύοντας ἀποστερεῖν. τά μὲν εἰς τούτους παρ’ ἐκείνου καὶ πολλὰ καὶ μεγάλα, 1 τὰ δὲ ἐν ταῖς παρὰ τούτων ἀμοιβαῖς καὶ | μικρὰ καὶ ὀλίγα, ὥστ' ὀφείλοντας αὐτοὺς αὑτῷ καταλιπὼν ἀπῆλθε.
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.