προσώφειλεν; ὥσπερ ἂν εἴ τις ἰατρὸν ἀναστήσαντα 1 2 3 4 τὸν ἀσθενοῦντα προσαναγκάζοι τῷ διαπεφευγότι τὴν νόσον χρυσίον προσκαταβαλεῖν ἤ, νὴ Δία γε, κυβερ- νήτην τῷ ναυκλήρῳ τοῦ σεσωκέναι τὴν ναῦν ἢ διδά- σκαλον λόγων τῷ μεμαθηκότι λέγειν. ἔπραξεν ἡ βουλὴ τὸ καὶ τὸ βουλομένου γενέσθαι, καὶ γὰρ ἐκεῖνος
ἐκείνης τὸ καὶ τὸ βουλομένης γενέσθαι.
καὶ οὐκ ἂν εἶεν δίκαιοι τῶν διαθηκῶν κατηγορεῖν οὐκ ἐν αὐταῖς ὄντες ἔχοντες ὑπὲρ ὧν ἐβοήθουν. οὐδὲ γὰρ τἄλλα πωλοῦντες τὰς τῶν ἔω διαθήκας ἀπαι- τοῦσί τι λῆμμα μετά τὰς τιμὰς ἃς ὧν ἀπέδοντο ἔχου- σιν. ὁ δέ καὶ διά τούτων τι κερδάνας οὗτος ἄλλην
ἔχει τοῦ κέρδους πρόφασιν. ἢν οὐχ εὑρίσκω παρ’ ὑμῖν. ἀλλ’ ἔστιν ὃ μὲν ὑμῶν μόνον, τῷ δὲ καὶ ἔργον τι πέπρακται, περὶ οὐ νῦν οὐ καιρὸς λέγειν. ἀλλ’ ὅμως πολλὰ μὲν καὶ βλάσφημα παρ’ ἀμφοῖν τῶν τε ἐν τῷ βουλεύειν καὶ συναγορεύειν, ἕπονται δὲ τούτοις
καὶ οἷς ἡδὺ τὸ κακῶς λέγειν ἐκ τοῦ μηδέν πράττειν λαμβάνον τὴν γένεσιν.
γῆν τε καὶ οὐρανὸν καὶ θάλατταν καὶ τοὺς ἐν ἑκάστω 5 6 τούτων θεούς τε καὶ δαίμονας, οἱ αὐτοὶ | τετί- μηνταί τε καὶ λοιδοροῦσι καὶ μετέχουσί τε τῆς δια- θήκης καὶ τὰ τῶν οὐ μετεσχηκότων ποιοῦσι, καὶ ὁ μέν μετ’ ἐπαίνου δίδωσιν, οἱ δὲ μετὰ ψόγου λαμ-
βάνουσι, καὶ οὗ τὴν δωρεὰν οὐκ ἔφυγον, τοῦτον ὅπου ποτ’ ἂν ὦσιν ἐλαύνουσιν ἐάν τε οἴκοι ἐάν τ’ ἐπ’ ἀγορᾶς ἐάν τε παρὰ τοῖς ἄρχουσιν ἐάν τε ἐπ’ ὀχήματος ἐάν τε ἑτέρωθι καθῶνται ἐάν τε περιπατῶσιν. οἶμαι δὲ αὐτοὺς κἀν τοῖς ὀνείρασι ταῦτα ποιεῖν.
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.