ψυχῆς ἐκβαλὼν τὰς χάριτας καὶ οὐδαμοῦ πρὸς αὑτὸν εἰπών, τίς ἀντὶ τίνος διὰ τίνα γέγονε, πολέμιός τε ἣν καὶ ἔβαλλε καὶ ἐτίτρωσκε καὶ οὐδέν ὅ τι οὐκ ἔπραττε 1 2 τῶν εἰς λύπην φερόντων γυναῖκάς τε ἀπείρους Ἀφρο- δίτης αἳ ἀντὶ πολλῶν ἦσαν θεραπόντων Ὀλυμπίῳ λέγων κακῶς ὡς εἶέν τε ἐν αἰσχραῖς ἡδοναῖς καὶ φαρ- μάκοις τε καὶ ἐπῳδαῖς ἅπαντα δυναμέναις, κόραις τε
καταρώμενος ἐν χερσὶ ταῖς Ὀλυμπίου τρεφομέναις παραμυθίᾳ τῆς ἀπαιδίας ἑκατέραις τε ἀπειλῶν δεσμω- τήρια καὶ βασάνους καὶ τὰ δεινότατα καὶ τὴν αὐτὴν ἡμέραν ὄψεσθαι τήν τε ἐκείνου τελευτὴν καὶ ταῦτα.
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.