ἂν καταβλάψαι, χεὶρ δὲ πατρὸς ἤδη παῖδα ἀπέκτεινε 1 2 καὶ ἡ τοῦ παιδὸς τὸν πατέρα. μικρὸν γὰρ λέγειν υἱέων ἀποκηρύξεις καὶ ὅσοι δὴ λιμώττειν γονέας ἠνάγ- κασαν. τῷ δὲ προσήκειν ἐν τοῖς τοιούτοις εἰς ἔργα βλέποντας ποιεῖσθαι τὴν κρίσιν νομοθέτης καὶ δούλων ἀρειὴν εἰς κλῆρον εἰσάγει. οὕτως οὐ πλέον τοῦ
δέοντος τῷ δεῖνι δεδωκὼς διελέγχεται μᾶλλον ἢ τοῦ προσήκοντος ἀφελών.
τῷ μὲν ἔδωκε πλείω, | τῷ δὲ ἐλάττω οὐ συνθήκας Sieb.
τινὰς τῇ δόσει προσθεῖσα οὐδὲ ὑβρίσασα τούτῳ τὸν λαβόντα, ἀλλ’ ὅ τι ἂν ἐθέλῃ χρῆσθαι τοῖς δοθεῖσιν ἀφεῖσα. εὔχετο μέντοι τοιοῦτον εἰς τὸν πρεσβύτερον γενέσθαι τὸν νεώτερον, ὡς ταῖς τιμαῖς αὀτοῦ <μείζω>
ποιῆσαι τἀκείνου.
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.