ὑμέτερα μεγάλα μὲν καὶ αὐτά, τῶν ἐκείνου δὲ ἥττω; πῶς οὖν παρ’ ὑμῶν μέν ὑποσχέσεις οὔτε μείζους οὔτ’ ἐλάττους ἤσαν ἐκείνῳ, παρ’ ἐκείνου δὲ ὑμῖν | τη- 1 λικαῦτα; ἀλλ’ οὐ τὸ πᾶν, μέρος δὲ τρίτον ἢ τέταρτον. οὐκοῦν καὶ οὕτω μεγάλα καὶ λόγον οὐκ
ἔχοντα.
ὑπὲρ χρημάτων βομβεῖν μέλλοντά γε ἀνύσειν οὐδέν. 2 3 ἦν δὲ δήπου καὶ δέος μὴ αὐτὸς μὲν εἴπῃ, ὁ δὲ ἄμα βοῇ λαβόμενος τοῦ τοιαῦτα εἰπόντος καὶ συγκαλέσας τῶν ἐν τῇ πόλει τοὺς γνωριμωτάτους ὑβρίσθαι τε φῇ καὶ ὕβρεως διώκῃ, μᾶλλον δὲ διορυχῆς τῶν τε νόμων
καὶ τῶν δικαστηρίων.
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.