τερον ποιούσης, τὸ μὲν πρὶν ἢ φανῆναι, τὸ δὲ φα- νείσης. καὶ βοῶσιν οἶ πρόσθεν ὑπιόντες αὐτόν, ὡς οὐδὲ ταφῆς ἄξιος ἣν τυχεῖν, εἰδότες ὡς πάντων ἀν- θρώπῳ ῥᾷστον ζῶντι τὸν οὐ ζῶντα προπηλακίσαι. πάντως δέ ὁρῶμεν οἷα πάσχουσιν οἱ νεκροὶ παρὰ τῶν
ἐκ τάφων ἀξιούντων εὐπορεῖν. εἰ δέ τις αὐτὸν ἐξαί- φνης ἀνέστησε θεῶν ὥσπερ οὖς ἀκούομεν, ἐξέπεσον ἂν αἰ καρδίαι τοῖς ὑβρισταῖς τούτοις καὶ πάντα φθεγ- γομένοις καὶ πάλιν ἂν ἥπτοντο τῶν χειρῶν, ἴσως δ’ 2 3 ἂν καὶ γονάτων. τοσαύτην ἔχουσι πρόνοιαν τοῦ συνά- γειν ἑαυτοῖς.
ὑμῶν δυσμενεῖς καταχώσειν; ποῖον αὑτῷ χρυσίον αὐ- ξήσειν; ποῖον ἀργύριον; ποίαν γῆν; ποίους ἀγρούς; εἰ δὲ μὴ ταῦτα, τίνος κινδύνου λύσιν ὠνούμενος; γραφήν τις ἀπήνεγκε κατ’ αὐτοῦ τὸν βασιλέως οἶκον ἀδικεῖν, καὶ τὰ τῶν ἐλέγχων ἐγγὺς καὶ ἡ τιμὴ θά-
νατος καὶ ὑμῶν ἦν τὸ σβέσαι μόνων καὶ μισθὸν ἔδει τὸν κλῆρον εἶναι μέλλοντα αὐτῷ τὴν σωτηρίαν οἴσειν ;
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.