τοῦτον τὸν Εὐρύβατον καὶ τὸν Φρυνώνδαν πάντα ἐθεραπεύετε τὸν χρόνον τὸν μακρὸν τοῦτον τὸν τοσ- ούτων ἐτῶν τοῖς καλλίστοις αὐτὸν κοσμοῦντες ὀνό- μασι τοῖς τῶν ἡμιθέων; ὥσθ’ οἱ μὲν ὄντες αὐτῷ φίλοι παρὰ τῶν οὐκ ὄντων ἐζηλοῦντο, οἱ δὲ οὐκ ὄντες
ὅπως ἔσονται πάντα ἐποίουν. ᾔδεσαν γὰρ ὡς ἐντεῦθεν κακδν τε ἣν τι διαφυγεῖν καὶ τυχεῖν ἀγαθοῦ τινος. 1 2
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.