παισὶ προσενηνεγμένους. τῷ μὲν ἔδοσαν πλείω τά- λαντα, τῷ δὲ ἐλάττω, τοὺς δ’ ἴσμεν ἴσον ἑκάστῳ νείμαντας. νῦν μέν γὰρ τοῦτ’ ἐφάνη δίκαιον, νῦν δὲ ἐκεῖνο, οἱ δὲ στέργουσι. νῦν δὲ ὕβρις ἄμφω, καὶ τὸ μὴ ὅσον ἄλλος, ἀλλ’ ἧττον, καὶ τὸ ὅσον ἕτερος,
ἀλλὰ μὴ πλέον. καὶ οὐκ ἐννοοῦσιν ἀνδρῶν ἀπαίδων ἐνταυθοῖ γραφείσας διαθήκας οὐδ’ ὡς τὰς μὲν ἂν 1 2 3 φαίη τις σωφρονεῖν, ταύτην δὲ μαίνεσθαι οὐδ’ ὡς αἱ μέν ἐν τοῖς προσήκουσιν ἔμενον ὄροις, ἡ δὲ ἐξώ- κειλεν οὐδενὶ χαλινῷ χρησαμένη.
συλλεγέντα διὰ τοιούτων γραμμάτων. ἆρ’ οὖν τὸ μὲν ἀφιᾶσι κὰτ αὐτοῦ ῥῆμα, τά δὲ σιγῶσιν ὡς ἄν τινες τὸ μέν αὑτοῖς χαριζόμενοι, τὸ δὲ τοῖς ἀπὸ τῆς ἀλη- θείας; ἔδει μὲν οὖν καὶ τάχα ἄν τις, εἰ καὶ μὴ ῥᾳδίως,
ἤνεγκε· νῦν δὲ τίς οὐκ ἂν ἀποπνιγείη πρὸς τὰς ὑπερ- βολὰς τῶν κατ’ ἐκείνου ῥημάτων; μικρὸν γὰρ δή φασιν εἶναι καὶ τοὺς Κέρκωπας καὶ τὸν Σίσυφον καὶ τὸν Φρυνώνδαν καὶ τὸν Εὐρύβατον πρὸς τἀς μηχανὰς Ὀλυμπίου καὶ τέχνας καὶ παρακρούσεις.
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.