τῶν ἐμοὶ πεπλησιακότων οἳ δόξαν ἐπὶ τῷ λέγειν εἰλή- φασι, μικρὸν ὕστερον ἐπιδείξω · ι θῶμεν δὲ νῦν ἀληθὲς τὸ τούτων, ὧς οὐδείς. τί οὖν; εὐθὺς ἐμὴν εἶναι δεῖ κατηγορίαν τὴν ἑτέρων ἀπειρίαν; εἰ μὲν γὰρ ἢ μηδὲν αὐτὸς ἐπίσταμαι ὧν τὸν διδάξοντα προσῆκεν
ἢ φθόνῳ κρύπτω παρ’ ἐμαυτῷ τὴν τέχνην ἢ ῥᾳθυμία τις βλάπτει τὴν διδασκαλίαν καὶ μικρὰ τοῖς νέοις ἀντὶ πλειόνων δίδοται ἢ διδόντος γε ὁπόσα δεῖ, τῶν δὲ 1 2 3 οὐ βουλομένων δέχεσθαι τοὺς ἀργῶς ἔχοντας οὐκ ἐμεμψάμην, λεγέτω τίς με κακῶς, ἐγκαλείτω, ψεγέτω, μαλλὸν δὲ γραφὴν ἀπενεγκὼν ἀγωνιζέσθω καὶ λαμ- βανέτω δίκην πολλῶν πόλεων ἠπατημένων ὐπ’ ἐμοῦ καὶ τὰ μέγιστα διὰ τῶν νέων ἠδικημένων · π εἰ δ’ εἰσί
τέ τινες ἐν ἡμῖν λόγοι καὶ πᾶν ὅσον ἐπίσταμαι δίδωμι Ι καὶ πάνθ’ ὅσα πάρεστι καὶ κατὰ τῶν ὑπτίων, τῶν 4 μὲν πληγαί, τῶν δὲ ῥήματα σκύτους πικρότερα, πόσῳ δικαιότερον καὶ ἀνθρωπινώτερον ἀλλαχοῦ ζητεῖν τὴν τοῦ πράγματος αἰτίαν ἢ τὸν οὐδὲν ἀδικοῦντα συκο-
φαντεῖν; ἐπεὶ δὲ ὑμεῖς ἐν μέσῳ κείμενον τὸ τούτων αἴτιον ἰδεῖν οὐ βούλεσθε, νῦν ὄψεσθε δεικνύντος ἐμοῦ.
τοῖς ἐπιχειροῦσιν ἡ σπουδή. τί γὰρ ἢ πλέουσιν ἀγα- θὸν ἐναντιουμένων πνευμάτων ἢ σπείρουσι γῆν νο- σούντων ἀέρων; καὶ στρατηγῷ γενναῖος ὁ καιρὸς σύμ- 5 6 μαχος καὶ ἰατρῷ καὶ πρεσβευτῇ καὶ πᾶσιν ἀπλῶς ἔργοις τε καὶ ἐπιτηδεύμασι. καιρὸς δὲ οἷος οὔπω πρότερον, φησὶν ὁ Θουκυδίδης, κινῶν ἐπὶ τὴν Ἀττικὴν Λακε- δαιμονίους. ἐγὼ δὲ εἰς ἀκαιρίαν τινὰ δεινὴν ἐνέβην
ὠθούσης ἀνάγκης ἢν οὐ καιρὸς λέγειν.
πλούτου τοὺς θεούς, ὁ δὲ καὶ κατέσκαψε τοὺς ναοὺς καὶ πάντα ἱερὸν ἐξαλείψας νόμον ἔδωκεν αὐτὸν οἷς 7 ἴσμεν ἐκτείνων δὴ | τὴν ἀπὸ τῶν Ἱερῶν ἐπὶ τούς λόγους ἀτιμίαν. εἰκότως. οἰκεῖα γάρ, οἶμαι, καὶ συγγενῆ ταῦτα ἀμφότερα, ἱερὰ καὶ λόγοι.
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.