ἄρχων καὶ φιλόπονος, πολὺ δὲ βελτίων ἐφ’ ὅλην ἀπεσταλμένος τὴν Θρᾴκην. κρειττόνων δὲ τῶν ἐναν- τίων γενομένων κύριος ὥν ἀποδρᾶναι καὶ λιμένων ὁρωμένων καὶ πλοίων ὑπαρχόντων καὶ πολλῶν ὄντων οἱ ταῦτα παρῄνουν οὐκ ἠξίωσεν εἰς σπήλαια καταδὺς
ἢ κρύψας ὕλη τὸ σῶμα ζῆν ἐν σχήματι τῆς αὑτοῦ φύσεως ἀλλοτρίῳ, ἀλλὰ τοῦ μὲν δέξασθαι τὰς ἀρχὰς ἱκανὴν ἀπολογίαν εἶναι νομίζωύ τὴν ἀνάγκην, τοῦ δὲ μὴ προδεδωκέναι τὸ μὴ καλὸν εἶναι πρᾶγμα τὴν προ- δοσίαν ἐπὶ τοῖς νενικηκόσιν αὐτὸν ἐποιήσατο καὶ
μακροτέρου μὲν ἐστερήθη τοῦ βίου, τῇ δόξῃ δὲ ἢν εἶχεν ἐντελευτήσας ἀπῆλθεν. ὁ δὲ δημεύων τὴν τοῦ τεθνεῶτος οὐσίαν ἐν τῇ τῶν ὄντων βραχύτητι τοῦ δεξαμένου τὴν πληγὴν ἐθαύμασε τὸν τρόπον.
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.