τῆς βασιλείας ἁψάμενος εὐθὺς τοῦτον ἄρχοντα ποιεῖ πολλῶν παρόντων τεῖχος ἰσχυρὸν τὴν Ἀνδρονίκου ψυχὴν ἡγούμενος, ὁ δὲ ἄκων μέν, σιδήρου δὲ παν- ταχόθεν ἀστράπτοντος ἐξεδέξατό τε τὴν ἀρχὴν καὶ πλεῖστα τὸν πιστεύσαντα ὤνησεν, οὐ γὰρ ἦν προδότης,
καὶ οὐκ ἠγνόει μέν, ὡς πολλῷ μείζονι μαχοῦνται ῥώμῃ 1 2 3 τῇ τῶν πολεμίων καὶ σφαλεροῦ κοινωνεῖ | πράγ- ματος, ὅμως δὲ τὰς ἥττους ἐλπίδας μετὰ τοῦ μὴ γί- νεσθαι κακὸς εἵλετο μᾶλλον ἢ τὸ Θετταλῶν ὄνειδος ὑπομείνας πλουτεῖν.
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.