τὰς ψυχὰς ἐγὼ τὰς ἐκβεβαρβαρωμένας ἀξιῶ σε βλέπειν. οὖς γὰρ ἐποιούμεθα γέλωτας παρὰ τοῖς διδασκάλοις, οὔτοι δοκοῦσιν εἶναι δικῶν τεχνῖται καὶ ἐμπλήσαντες χρυσοῦ τὰς χεῖρας ἀπέρχονται καθ’ ἑκάστην ἡμέραν.
φθησαν ἰσχύος, ἀλλ’ ἐζήτησάν γε κτήσασθαι καὶ μι- σθὸν πρὶν λαβεῖν ἔδωκαν καὶ μέρος ἐγένοντο χοροῦ καὶ προσηγορίας βελτίονος ἐκοινώνησαν· ἄνθρωπος δέ τις γάρου κάπηλος καὶ τοῦτο ποιῶν διὰ τῆς θαλάττης, Ἡλιόδωρος ὄνομα αὐτῷ, κὰτ αὐτὴν τὴν ἐμπορίαν
ἥκων ποτὲ καὶ εἰς Κόρινθον δίκης τινὸς οὔσης φίλῳ παρ’ ᾧ κατέλυε νοσοῦντος ἐκείνου τάξιν εἰσῆλθε λα- βὼν καὶ ἠκροᾶτο τῶν συνηγόρων, ἐλπίδος δὲ αὐτῷ 5 6 7 8 πρὸς τὴν ἀκοὴν γενομένης, ὧς ἄρα καὶ αὐτὸς ἔσται τῶν 9 βοηθούντων, εἰ προσέχοι ταῖς δίκαις τὸν | νοῦν, μερίζει τὴν ἐπιμέλειαν εἴς τε τοῦ γάρου τὴν πρᾶσιν εἴς τε τὴν ἀκρόασιν τῶν δικῶν, καὶ χρόνος βραχὺς
καὶ ῥήτωρ ἐξαίφνης Ἡλιόδωρος.
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.