δέ τοῦτο γέγονε; δυοῖν νῦν γε τῷ πολιτευομένῳ δεῖ, λόγων τε καὶ χρημάτων, καὶ πρότερόν γε χρημάτων. 1 2 3 ἂν γὰρ μὴ τὰ μέγιστα λειτουργήσῃ καὶ πλεῖστα ἀναλώσῃ, κἂν Νέστωρ ᾖ, κἂν Περικλῆς, κἂν Δημοσθένης, 4 σιγᾶν ἀνάγκη | πᾶσα ἑκόντα, εἰ δὲ μὴ βούλοιτο, ἄκοντα, ἄλλως θ᾿ ὅταν μηδ᾿ ὑποτείνειν ἐλπίδας ἔχῃ
λειτουργιῶν διὰ τὴν παροῦσαν πενίαν. ὁ γὰρ μὴ δυνάμενος τοὺς εὖ φρονοῦντας ληροῦντας ἐπιδεικνύειν αὐτός, λειτουργίαις δὲ λαμπρὸς ἐπιστομίζει τοὺς ἐπιχειροῦντας λέγειν ὡς οὐκ ἀνηλωκότας.
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.