καὶ πληγῶν καὶ ταραχῶν ἐμπλήσαντα τὸ διδασκαλεῖον ἐθαύμασε καὶ ἐφ’ οἷς προσῆκεν ἀποπνίγειν, ταῦτα ἔφησεν αὐτῷ κράτος ἐν ἀνδράσι παρέξειν.
ἀφικνεῖσθαι τοὺς νέους, οὐ, μά Δία, τὰς μὲν οὔσας αἰτίας ὑπερπηδᾶν, τὰς δὲ οὐκ οὔσας πλάττειν, καὶ τὰ ἀληθῆ μὲν ἐᾶν, τὰ ψευδῆ δὲ τραγῳδεῖν καὶ διχῆ τὸ δίκαιον ἐκβαίνειν οἷς τε σιγῶσιν οἶς τε λέγουσι.
εἴλετο τὴν βλάστην τῶν ἐν τοῖς νέοις ὀφειλόντων ηὐξῆσθαι λόγων, | ἀλλ’ ὅμως ἐκ τοσούτων ἐλατ- 3 τωμάτων, ἔφη που Δημοσθένης, καὶ οὐκ ἀλαζονεύσομαί 4 5 γε οὐδὲ ἐρῶ τι μεῖζον τῶν ὄντων, ὡς ἐνέπλησα ῥητό- ρων τὰς τρεῖς ἠπείρους καὶ τὰς νήσους ἁπάσας μέχρι τῶν Ἡρακλέους στηλῶν, ἀλλ’ ἐρῶ τοσοῦτον ὅσον ἂν καὶ δεῖξαι δυναίμην, ὅτι εἰσί μοι παῖδες, οὕτω γὰρ
καλὸν ὀνομάσαι τοὺς τῆς συνουσίας ἀπολελαυκότας, οἱ μὲν ἐν Θρᾴκῃ καὶ τῇ μεγάλῃ πόλει, οἱ δὲ ἐν Βιθυνίᾳ, οἱ δὲ ἐν Ἑλλησπόντῳ καὶ Καρί·ᾳ καὶ Ἰωνίᾳ, καὶ παρὰ Παφλαγόσιν εὕροις ἄν, εἰ βουληθείης, καὶ παρὰ Καπ- παδόκαις, οὐ πολλοὺς μὲν ἐνταῦθα, οὐδὲ γὰρ πολλοὶ
παρ’ ἡμᾶς ἧκον ἐκεῖθεν, εὕροις δ’ ἄν τινας.
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.