νόμους διώκοντες τοῦτ’ εὖ ποιοῦσιν, οὐδὲν οἶμαι δεῖν ἐξετάζειν, οὐ γὰρ διαδικασίαν τήμερον ἔστι τοῖς νόμοις πρὸς τοὺς λόγους λαχεῖν, ἐκεῖνο δ’ ἀρκεῖ μοι δεῖξαι, 1 2 ὅτι τοὺς ἐντεθέντας λόγους ὑπὸ τῶν προτέρων διατριβῶν ἀνάγκη τοῖς ἀπὸ τῶν δευτέρων ἐκκρούεσθαι καὶ τὸ μὲν κρατεῖν, τὸ δὲ ἠφανίσθαι τοῖς μὲν ὅλως, τοῖς δὲ οὐ μικρῷ μέρει.
τοῖς μὲν κολάζουσι, τὰ δὲ ἀνατείνονται, ὡς ἐκβαλοῦσιν, ὡς ἀποκηρύξουσιν, ὡς ἑτέρῳ καταλείψουσι τὸν κλῆρον, ἀλλ᾿ ἐπαινεῖν μὲν οὐκ ἔχουσι, ψέγειν δὲ οὐ τολμῶσι. καὶ δεδώκασι μὲν τὴν αὑτῶν τάξιν ἐκείνοις, τὴν δὲ ἐκείνων αὑτοῖς, ὥστε οἱ μὲν ὀργίλον βλέπουσιν,
οἱ δὲ ὑποπτήσσουσι.
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.