βασιλεὺς ἀνδρίαν καὶ σύνεσιν ἐπίσης κεκτημένος τὰ μὲν εὐβουλίᾳ κεχείρωται, τά δὲ ἀνάγκη μετέρχεται. γνοίη δ’ ἄν τις, εἰ παραθείη τῇ νῦν ἀπὸ Σκυθῶν ἀδείᾳ τὰς προτέρας καταδρομάς, πρὸς ἃς ἀντιβλέπειν μὲν οὐκ ἐξῆν, μιᾶς δὲ εὐχῆς τυγχάνουσιν ἐγίγνετο
σώζεσθαι. αὕτη δὲ ἣν μὴ παγῆναι βέβαιον ἐν Ἴστρῳ κρύσταλλον, ὥστε καὶ ἐπελθεῖν ὑπάρχειν. καὶ τίς ἂν ἔτι θαυμάσειε τῆς ἡσυχίας τὸ βέβαιον, ἐπειδὰν ἀκούση τῆς συμμαχίας τὸ πρόθυμον;
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.