μὲν ἀνωτέρω τῆς ὁσίας πεποιημένον, ἐν δὲ τῷ τοσοῦ- 1 2 3 τὸν ἀποσχισθῆναι τῶν πραγμάτων μηδὲ τὸ μικρὸν ἀποβαλόντα, φοβοῦντα δὲ τοὺς ἐναντίους, εἰ προσιὼν ἂν ἀγγελθείη, καὶ πάλιν παρέχοντα θαρρεῖν, εἰ τῆς ἀναχωρήσεως ὁ καιρὸς ἐπισταίη, πόλεις δὲ τἀς μὲν
κινοῦντα, τὰς δὲ κατοικίζοντα πῶς οὐ διὰ παντὸς φαίη τις ἂν ἀφῖχθαι τοῦ προσήκοντος; οὐ μὴν ἔνεστιν ἀπο- ρῆσαι βουλομένῳ λέγειν, ἀλλ’ αὐτά δὴ τὰ κυριώτερα λέλειπται, τοῦτο μὲν ἡ τελευταία μάχη, τοῦτο δὲ ἕτερα ἄττα σοφίας τῆς ἐσχάτης βάσανον παρασχόμενα. ἔξεστι
δὲ ὧδέ πη θεάσασθαι.
τοίνυν οἱ μὲν θρασυνόμενοι πράττουσιν οὐδέν, οἱ δὲ 4 οὐδὲ κινοῦνται | τὴν ἀρχήν. τίς οὖν οὕτω ῥᾴ- θυμος ἤ νωθρός, ὅστις οὐκ ἂν ἥδιστα ζητήσειεν οὕτω παραδόξου πράγματος φύσιν, τί ποτέ ἐστιν ὃ Σκύθας τοὺς φονικωτάτους καὶ τοὺς Ἄρει τετελεσμένους καὶ 5 6 δυστύχημα τὴν ἡσυχίαν κρίνοντας εἰρήνην μὲν ἔπεισεν ἀγαπῆσαι, καταθέσθαι δὲ τά ὅπλα καὶ βασιλέα τὸν ἡμέτερον ἐν ἴσῳ τοῖς οἰκείοις ἄγειν καίτοι πολὺ μὲν ἀπηρτημένον Ἴστρου, τὰς δὲ δυνάμεις ἐφ’ ἑτέροις τάτ- τοντα;
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.