τοῦ κρίναντος εὔκλεια γίνεται. οἱ μὲν γὰρ τῇ τῶν ἔργων ἀποδείξει κοσμοῦνται, τῷ δὲ προσηκόντως ἑλο- μένῳ κρίσεως ὀρθῆς δόξα περιγίνεται καὶ συμβαίνει δι’ ἀλλήλων εὐδοκιμεῖν ἀμφοτέρους, τοὺς μὲν | παρὰ 1 τοῦ μεγίστου βασιλέως τὴν ψῆφον ἔχοντας, τὸν δὲ τῇ
τῶν αἱρεθέντων ἀρετῇ βεβαιουμένης τῆς ψήφου.
ταύτην παρίστη τὴν δόξαν, ὁ γε μέλλω φράσειν, πάν- τὼς ἂν ἐπὶ ταύτην ἀγαγεῖν τὴν γνώμην. ἐπεὶ γάρ, ὅσον ἐδόκει τῷ κρείττονι, τὴν οἰκουμένην ὁ τῶνδε πα- τὴρ ἰθύνας αὖθις ἀπῆλθε συνεσόμενος τῷ τῇδε κατα- πέμψαντι, τοσούτου πράγματος συμβάντος οὐκ ἐκινήθη
τὰ τῆς βασιλείας οὐδὲ μετέστησε τούς κληρονόμους τῆς ἀρχῆς τῶν συμβάντων οὐδέν, ἀλλ’ ἔμεινε μὲν ἐπὶ τῆς ἴσης τάξεως, ἔμεινε δὲ οὐ χωρὶς πραγματείας οὐδὲ ἄνευ τοῦ χρήσασθαι ταῖς χερσὶ τοὺς διαδεξαμένους εἰς τὸ κατασχεῖν βεβαίως τὰ δοθέντα.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.