στάσιν ἀκριβεστέραν τὴν δοκιμασίαν ληψόμενος. ὅσα μὲν γὰρ ἐν τῷ μετ’ ἐκείνου συνδιατρίβειν ἐπράττετο, οὐ τῆς τῶν σωφρονούντων ἡγεῖτο γνώμης ἢ τῆς τοῦ | 1 συνεῖναι μᾶλλον ἀνάγκης εἶναι· εἰ δὲ καὶ καθ’ αὑτούς γενόμενοι καὶ τὴν ἐκ τοῦ χωρισμοῦ προσλαβόν-
τες ἐλευθερίαν τὴν ἴσην ποιήσαιντο τῆς τάξεως φυλα- κήν, ἴσως ἤδη τῆς φύσεως ἡγεῖτο τὴν σωφροσύνην ἔσεσθαι καὶ κρείττονας φανεῖσθαι τῆς παροιμίας ἣ τοῖς ὀφθαλμοῖς ὁρίζειν τὴν αἰδῶ βούλεται.
οἱ δὲ πόθῳ μὲν τοῦ πατρὸς μένειν ἐπεθύμουν, τῷ δὲ μὴ τολμᾶν ἀντιτείνειν οἷ βαδίζειν ἐχρῆν ἠπείγοντο. ἐπεὶ δὲ κατέλαβον τοὺς δεδομένους χώρους, ἀμείνω πάσης εὐχῆς τὴν πεῖραν παρείχοντο τοῖς μὲν δεξαμέ- νοις ἔθνεσιν ἀντὶ πατέρων φανέντες, τὸν δὲ ἐκπέμψαντα
πανταχῆ σεμνότερον ἀποφήναντες, ἃ μὲν εἰδότες ταῖς μελέταις βεβαιωσάμενοι, ἃ δὲ προσλαβεῖν ἔδει ταῖς ἐμπειρίαις κτησάμενοι, τῷ μὲν χρόνῳ τῆς 2 3 ἡλικίας εἰς παῖδας τελοῦντες ἔτι, τῷ δὲ τῆς συνέσεως ὀξυτέρῳ τοῖς πρεσβυτέροις ἁμιλλώμενοι, παντὸς μὲν ἄμεινον τὸ πρακτέον ἀνευρίσκοντες, οὐδὲν δὲ ὧν γνοῖεν ἐπιτελοῦντες πρὶν κοινῶσαι τῷ γεννήτορι, τῶν μὲν οἰκείων βουλευμάτων ἐκεῖνον κριτὴν ποιούμενοι, τῶν
δέ ἐκείνου δογμάτων αὑτοὺς διακόνους ἀποφαίνοντες, πολλὴν μέν ἐξουσίαν κεκτημένοι, ἥκιστα δὲ ταῖς ἐξου- σίαις καταχρώμενοι, τὰς μὲν ἡδονὰς τῇ σωφροσύνῃ νικῶντες, τὰ δὲ σώματα τοῖς γυμνασίοις ἐπιρρωννύν- τες, μᾶλλον ἐπ’ αὐτοῖς ἢ τοῖς τροπαίοις τῷ πατρὶ με-
γαλαυχεῖσθαι παρέχοντες, πολλῇ μὲν ἠπείρῳ τοῦ φύ- σαντος διειργόμενοι, πᾶσι δὲ τοῖς πραττομένοις παρεῖ- ναι τὸν πατέρα νομίζοντες.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.