νεφέλης καὶ παρασχὼν ἀναπνεῦσαί ποτε καὶ με- 1 ταστήσας πρὸς εὐπάθειαν τά δυσχερῆ ὁρμηθεὶς ἀπὸ γενναίας οὕτω πράξεως πάντα τὸν ἐν] ἐκείνῃ τόπον ἐπῆλθεν ἀνακαθαιρόμενος γῆν τε καὶ θάλατταν καὶ τὸ μὲν λυμαινόμενον ἐξορίζων ἅπαν, τὸ δὲ σωτήριον ἀντ-
εἰσάγων πανταχῆ καὶ τοῖς μέν βαρβάροις πολεμῶν, 2 3 τῷ δὲ τῶν ὁμοφύλων βασιλεῖ τῶν ὑπαρχόντων οὐ φθο- νῶν. ἔνθα δὴ καὶ διπλῆς ἀρετῆς σημεῖον ἐξήνεγκεν. οὔτε γὰρ εἰρήνην ἐξὸν ἄγειν πολεμεῖν ἐπεθύμησεν οὔτε πολεμεῖν δεῆσαν ἀπώκνησεν, ἀλλ’ οὕτω καὶ πρὸς
ἐκείνην εἶχεν ἀκριβῶς καὶ πρὸς τοῦτον ἀνδρείως, ὥστε τὰς μὲν συνθήκας ἕτερος ἐκίνησε, τὸ δὲ τοῦ πολέμου κράτος ἐκεῖνος ἠνέγκατο.
διατριβήν. ἔδει γὰρ ἅπασι γενέσθαι φανερόν, ὅτι με- γίστων παραδειγμάτων οἱ παῖδες οὐκ ἀπελείφθησαν. ὅσοι μὲν γὰρ ἐκ φαύλων γεγονότες ἢ παρῆλθον τούς φύσαντας ἢ κὰτ οὐδὲν χείρους ἐφάνησαν, τούτους μὲν οὐκ ἔστιν ἐφ’ ὅτῳ τις ἂν ἀγασθείη, δεῖ γὰρ οὐδεμιᾶς
πραγματείας πρὸς τὴν τοιαύτην ἅμιλλαν· οἷς δὲ γο- νέων ἕστηκεν οὐκ ἀγεννῆ παραδείγματα, τούτους, εἰ πλησίον ἐκείνων γένοιντο, μεθ’ ὑπερβολῆς θαυμαστέον, ὅτι πρὸς τὴν τῶν ἀρίστων μίμησιν τὴν ἐπιμέλειαν ἐξέτειναν.
θείας.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.