τρόπον προσιὼν πρὸς τὰ τείχη ἄκοντα τὸν τύραννον ἀνίστη καὶ δειλίᾳ κρυπτόμενον ὑπ’ ἀνάγκης ἐξῆγε καὶ 1 2 3 4 5 ὧς ἐκεῖνος συμπλέκεσθαι μὲν οὐκ ἐτόλμα, πανουργίᾳ δὲ μετῄει τὸν ἀγῶνα, καὶ τὸ τεταμένον ὑπὲρ τοῦ πο- ταμοῦ τέχνασμα, καὶ ὧς τὸ μηχάνημα καθ’ ὧν μὲν εὑρέθη, τούτους οὐκ ἐλύπησε, τῷ δὲ συνθέντι πρὸς ὄλεθρον ἤρκεσε καὶ περιειστήκει τὸ τῆς παροιμίας
αὐτὸν τοῖς οἰκείοις βουλεύμασιν ἁλισκόμενον, ταῦτα πάντα καὶ ἔτι πλείω λογογράφοις τε καὶ ποιηταῖς ἰκα- νῶς ὕμνηται πάλαι, καὶ οὐκ ἂν εἰ σφόδρα βουλοί- μεθα λέγειν, ἐπὶ τοῦ παρόντος ὁ χρόνος ἐνδίδωσιν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.