ἐποίησεν. οὐ γὰρ ἐπὶ μικρὸν χρόνον ταῖς τῶν ὑπηκόων συμφοραῖς εἰς ἡδονὴν ἀποχρησάμενος ὑπὸ τῶν πεπι- στευμένων ὕστερον ἀπ·εσφάττετο, ἀλλά τόν τε ἄλλον χρόνον ταῖς τῶν ἀρχομένων εὐνοίαις ἐδορυφορεῖτο καὶ 1 2 3 τελευτῶντι τὴν βασιλείαν ὑπῆρξε τῷ παιδὶ παραδοῦναι. τοιαύτη τῆς θεοφιλοῦς ἀρχῆς ῥίζα καὶ καταβολὴ μετὰ τοῦ δικαίου παγεῖσα καιροῖς ἂν ἥκιστα κινηθείη.
θεμιτὸν εἶναί μοι φαίνεται. ὄντων γὰρ αὐτῷ παίδων πλειόνων οἶδε τὸν ἀκριβέστερον τῆς βασιλείας φύλακα καὶ τὴν ἡσυχίαν ἐκείνοις ἐπιτάξας ὂν ἐπιτηδειότερον ᾔδει, τοῦτον ἐπὶ τὴν ἀρχὴν ἐκάλει πλείω τοῦ πράγμα- τος ποιούμενος πρόνοιαν ἢ ὅπως ἐπίσης οἱ παῖδες
αὐτῷ κεκλήσονται.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.