πάντα ἄριστος ἐκεῖνος πάντως που συγγενόμενος Δη- μοσθένει καὶ τὸν νόμον ἐκεῖθεν λαβὼν ταμιεῖα μὲν ἀσφαλῆ τὰς τῶν κεκτημένων οἰκίας ἐνόμισεν, οὐδαμοῦ γὰρ ἂν ἐν καλλίονι σωθῆναι· καταλαμβανούσης δὲ δα- πανημάτων ἀνάγκης ἤρκει κηρύξαι τὴν χρείαν καὶ 5 πάντα ἣν χρημάτων μεστὰ ἑκόντων | διδόντων
τοῖς πέλας. οὕτω τῷ μὲν ἑκουσίῳ τὸ φιλότιμον πρόσ- εστιν· ᾧ δὲ ἀνάγκη συνέζευκται, τοῦτο οὐκ εὐμενῶς ὑπακούειν πέφυκε.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.