ἣν εἰς φιλοτιμίαν γνώμης τὴν τόλμαν ἀνενεγκεῖν, ἀλλ' ἡ παρὰ τῶν ἀφεστηκότων ἀνάγκη τὸ πλέον τῆς εὐκλείας ἀφῄρει· νῦν δὲ καθεστηκότων μὲν τῶν ἐν Βρεττανίᾳ 2 3 πραγμάτων, ἀδείας δὲ ὑπαρχούσης ἀπὸ γῆς τέρπεσθαι τοῖς Ὠκεανοῦ θαύμασιν, οὐδενὸς δὲ καταναγκάζοντος ἀνάγεσθαι φόβου μείζονος οὗ τὴν βλάβην ἴδει φέρειν ἀποκνοῦντα τὸν πλοῦν, τούτων οὕτως ἐχόντων καὶ παρούσης οὐδεμιᾶς ἀνάγκης, μᾶλλον δέ μιᾶς μόνης
παρούσης ἀνάγκης τῆς τοῦ πᾶσιν ἐπιχειρεῖν ἐπιθυμίας ἑκὼν τοῖς μεγίστοις κινδύνοις ἑαυτὸν ἐπέδωκεν, ὥσπερ τᾲ μέγιστα ζημιωσόμενος, εἰ μὴ τὰ μέγιστα κινδυ- νεύσειε.
ἐστιν ὁ πρὸ τῶν ἔργων λογισμός. ἐκεῖνος μέν γάρ οἴεται μήτ' ἂν πρότερον ἐκλυθῆναι ψυχὴν σώματος πρὶν ἢ τοῦτο βουληθῆναι τὸν κρείττονα μήτ' ἂν ἐπὶ πλέον συμμεῖναι βουληθέντος ἐκείνου λελύσθαι καὶ μήτ' ἂν πλέον βιῶναι μηδένα παρὰ τὴν φυλακὴν μήτ'
ἂν ἐπ' ἔλαττον παρὰ τὸ τολμᾶν. δεῖν οὖν ὂν ἔξεστι βιῶναι χρόνον ἀθανάτων κεχρῆσθαι λογισμοῖς.
ἐν ἴσῳ ταῖς ἡμέραις. μέθη δ’ ἀπελήλαται καὶ τὸ νή- φειν ἐν συνηθείᾳ, ἀργὸς δέ ἅπας ἔχθιστος, ὁ δ’ ἐγρη- γορὼς ἐπιτήδειος. φρουρὰν δὲ σώματος οὐκ αὐτὸς ἔχει τὴν παρὰ τῶν δορυφόρων, τὴν δὲ πὰρ αὑτοῦ τοῖς δορυφόροις παρέχει. ἐπειδὰν γὰρ αἴσθηται κατ-
εἰλημμένους ὕπνῳ πολλῷ, τοῖς μέν οὐκ ἀσύγγνωστον τὴν ἀνάπαυλαν ἀφίησιν, αὐτὸς δὲ ὥσπερ ἀνταγωνιζό- μενος τῇ φύσει τὸ δόρυ λαμβάνων περίπολον αὑτὸν 8 τῶν Ι βασιλείων καθίστησιν. ὁ δὲ πόνος συνεχὴς τέταται διὰ πάσης ὥρας ἔτους καὶ καιρῶν ἀπάντων.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.