καθήμενος ἐπὶ τῆς ἠιόνος ἀνέμεινεν, ὥστε τῆς ὡραίας ἐπελθούσης Ὠκεανὸν πραῦναι τὴν ζάλην, ἀλr εὐθὺς ὡς εἶχε τοῦ χειμῶνος ἀκμάζοντος καΙ τῶν ὅλων ὑπὸ 1 2 3 4 τοῦ καιροῦ πρὸς ἄκρον ἐξηγριωμένων, νεφῶν, κρυμῶν, κλυδωνίου, οὐ προειπὼν ταῖς ἐκείνῃ πόλεσιν οὐδὲ προ- κηρύξας τὴν ἀναγωγὴν οὐδέ πρὶν ἢ πληρῶσαι τὸ ἐγχεί- ρημα θαυμασθῆναι βουληθεὶς ἀπὸ τῆς ἐννοίας, ἐμβι-
βάσας ἑκατὸν ἄνδρας, ὧς λέγεται, λύσας τὰ ἀπόγεια τὸν Ὠκεανὸν ἔτεμνε, καὶ πάντα εὐθὺς πρὸς εἰρήνην μετεβάλλετο. Ὠκεανὸς δὲ τὸ κῦμα στορέσας λεῖον ἑαυτὸν παρεῖχε τῷ βασιλεῖ περαιοῦσθαι, ἡ δέ συνήθης ἐκείνη τῆς θαλάττης ἀναχώρησις τότε δὴ τὸν νόμον
ἀνελοῦσα τὴν χώραν ἐφύλαξεν.
χειν, ὡς οὐκ ἀθεεὶ ταῦτα νενεανίευται.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.