ἀπειλῶν ἐλαιοπώλαις. καλὸν μὲν γὰρ τούτων οὐδὲν 1 2 3 οὐδ’ ἄξιον τῶν ἱερῶν ἐφ’ δ χωρεῖτε καθ’ ἑκάστην ἡμέραν, ἔστω δὲ ἔξω τούτων τὰ ἀπὸ τῆς κακίας καὶ μὴ τολμάτω τὸν οὐδὸν ὑπερβαίνειν. ἀλλὰ δὴ καὶ τοῦτο γινέσθω τἀσεβές, οὐκ ἀνεκτὸν μέν, συμπεσὼν δὲ νέῳ
νέος μαχέσθω νῦν μὲν ψιλαῖς ταῖς χερσί, νῦν ρ ἀντὶ λίθου τῇ διφθέρᾳ χρώμενος. καίτοι καὶ τραύματα μὲν ἐντΓυθεν γένοιτο ἄν, δμὼς δ’ ἂν ἐκ παραδειγμά- παραδειγμάτων ἡμῖν εἴη παραμυθία, ὧν τὰ μὲν ἑωράκαμεν, Ι 4 τὰ δὲ ἀκηκόαμεν.
Oratio 58. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.