καί | τισι τῶν ἄλλων ἐπετίθεσθε, λέγω τῶν ἔξω 1 τοῦ τεμένους τῶν Μουσῶν. μηδὲ γὰρ χειροτέχνης πασχέτω κακῶς ὑπὸ νέου διατρίβοντος ὲν παιδείᾳ. ἀλλ’ ἀγέτω πρὸς ἐκείνους εἰρήνην καὶ μηδὲ τῶν παρὰ τῶν ἐκεῖθεν ποιουμένων τὸν βίον ἐπαίνων αὑτὸν ἀπο-
στερείτω, ἀλλὰ καὶ τὰς τοιαύτας γλώττας εἰς εὐφημίας ἑαυτοῦ προκαλείσθω καὶ τοσοῦτον ἀπεχέτω τοῦ πρός τινα τῶν τοιούτων εἰς λοιδορίαν καθίστασθαι, ὥστε, κἂν παρ’ ἐκείνων τινὸς εἰς αὐτὸν ἔλθῃ τι τοιοῦτον, ἀνέχεσθαι καὶ δεικνύναι καὶ ταύτῃ, πόσον τι τὸ μέσον
πρὸς ἀγοραῖον νέῳ τῆς Ἑρμοῦ τελετῆς ἠξιωμένῳ.
Oratio 58. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.