ἄνθρωποι καὶ τοῖς γείτοσιν ἀγνῶτες καὶ δικαίως ἂν αἰπολοῦντες ἢ ποιμαίνοντες ἢ βουκολοῦντες ἢ ἐν συ- βώταις ὄντες μετέωροι φέρονται τοῖς παρὰ τῆς Τύχης δεδομένοις πτεροῖς. ἡ δ’ ἀκούει μὲν κακῶς ἐν ἅπασι τόποις ὡς οὐ ταῖς ἀρεταῖς ταῦτα τηροῦσα μόναις,
ποιήσει δέ, μέχρις ἂν ἡ γένος ἀνθρώπων, ἃ δὴ πολ- λάκις πεποίηκε. κἂν ἴδῃς συβώτην ὑσὶν ἑπόμενον, μὴ διαπτύσῃς λογιζόμενος, ὧς τάχ’ ἂν καὶ οὗτος κοσμη- θείη τῇ Τύχῃ.
φορητὸν ἀπὸ μυλώνων καὶ τῶν ἐν αὐτοῖς ἀγρυπνιῶν ἄγεσθαί τινας ἐπὶ δυνάμεις τε καὶ ἀρχῶν λαμπρότητας, πολὺ δέ γίγνεται καὶ δεινότερον καὶ ἀφορητότερον, ὅταν οἱ ἐπὶ τοιαῦτα μετενεχθέντες ἀπὸ τοιούτων μὴ θέλωσιν εἰδέναι, τίνες ἐκ τίνων γεγένηνται, μηδὲ
1 2 3 παρέχωσι καὶ τοῖς προτέροις τὴν ψυχὴν | ἐνοικεῖν, ἀλλ’ ἐξελάσαντες ὅλην ποιῶσι τῶν δευτέρων.
Oratio 57. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.