τροις ἀδικῶν οὐ συμβαίνουσι τῷ νόμῳ. οὕτω μὲν οὗτος ἐπώλει, κακῶς δ’ ἠγόραζον ἐκεῖνοι καὶ ἡ πενία πλοῦτον ἠναγκάζετο ποιεῖν. ἀλλ’ ὅμως εἰ μὴ Ἀριστεί- δην αὐτὸν προσερεῖς, ἀδικήσεις.
ὀρθῶς ἢ μὴ βούλεται μὴ σκοπούσης, ἀλλὰ τὰς | 3 τῆς δυνάμεως ἐπιδείξεις ἐν τῷ μὴ σώζεσθαι τὸ εἰκὸς ποιουμένης. αὕτη Διονυσίῳ Σικελίαν ἔδωκεν εἰδότι τοὺς ὄνους τοῦ πατρὸς οὖς ἤλαυνεν, αὕτη τὴν αὐτὴν νῆσον Ἀγαθοκλεῖ καὶ ὁ πατὴρ ὁ κεραμεὺς οὐκ 4 ἐκώλυε. καὶ τί ἂν Ἑρμείαν τὸν εὐνοῦχον λέγοιμι καὶ τύραννον Ἀταρνέως; ἀλλὰ Πῶρος οὐκ ἐκ κουρέως μέν, 5 6 Ἰνδοῖς δὲ ἐπέταξεν; εἴπω τὸν ἀνθρακέα Βάρδυλιν ὂν προσεκύνουν Ἰλλυριοί; μικρὸν ἂν Ὀρθαγόρας μετὰ τούτους δόξειε Σικυῶνος κρατῶν ὁ μάγειρος.
Oratio 57. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.