δὲ ἱματίων. πληγὰς δὲ οὐδ’ ἂν ἀριθμήσαι τις. ἄφες δὴ τοῖς τε ἰατροῖς καὶ τοῖς οἰκείοις τὰς τοῦ σώματος χαράδρας, ἢν πως ποιῶσι τὰ διεστηκότα συνελθεῖν. ὁ δὲ ἐπ’ ἄλλο προὔβη πολὺ τῷ πάσχοντί τε ἀλγεινό- τερον καὶ τοῖς ὁρῶσιν ἐλεεινότερον. παρέδωκε τοῖς
διὰ τῆς πόλεως ἄξουσι τὸ καλὸν ἐκεῖνο θέαμα, τά ἐν τῷ σώματι βάθη, καὶ οὐδεὶς ἦν ὃς οὐκ ᾤμωξέ τε καὶ 1 τὸ πρόσωπον ἔπληξε | καὶ τοὺς λυθέντας νόμους ἐθρήνησεν.
Oratio 57. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.