μένος, ῥάβδων δὲ ἐπὶ γῆς ἑωρῶντο φάκελλοι. τῶν δὲ ἀεὶ ταῖς πληγαῖς τριβομένων ἀπορριπτουμένων ἑτέρων ἀκραιφνῶν ἔδει. ταὐτὸ δ’ ἣν καὶ περὶ τοὺς τύπτοντας τὸν ἀπειπόντα ἀκμῆτος ἐκδεχομένου, καὶ δέκατος ὁ τελευταῖος ἣν. τούτων δὲ ἐξ μὲν εἰς τὰ νῶτα τὴν
ἰσχὺν | ἀνάλωσαν, αἰ πλευραὶ δὲ τέτταρας εἰς 1 αὑτὰς ἐκένωσαν τούτου τοῦτο κελεύσαντος ἀντὶ τοῦ νώτου γενέσθαι τὰς πλευρὰς τοῖς τὰς ῥάβδους ἔχουσι. καὶ πολὺ μὲν τὸ ῥέον αἷμα, πολλαὶ δὲ αἰ διασπειρό- μεναι σάρκες ὑπὸ τῶν πληγῶν ἐκτεμνόμεναι τοῦ σώ-
μάτος, Μάλχος δὲ μέχρι μὲν μέσων αὐτῶν ἐβόα, τὸ δ’ 2 3 4 ἐντεῦθεν ἄφωνος ἐτύπτετο τὸ καὶ δύνασθαι βοῆσαι τοῖς κακοῖς ἀφαιρεθείας.
Oratio 57. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.