οὕτω τινὲς φωνῇ τε καὶ γέλωτι καὶ τῷ καλεῖν ἀλλή- λους. καὶ τῶν θεῶν γε βουλομένων δώσουσιν αὐτίκα δίκην. ἢν αἰσχρῶς διαφυγὼν Λουκιανὸς ὁδοὺς ἀναι- σχύντους, ὡς ἔστιν ἀκούειν, ἔρχεται τὴν πόλιν ἡμῖν | 1 εἰς αἰτίας ἑτέρας ἐμβεβληκώς. ἐν γὰρ δὴ τοῖς
τοιούτοις κακοῖς, κἂν τὸ πλέον σωφρονῇ, μετὰ τοῦ μανέντος ἐγκέκληται συκοφαντούμενον μέν, ἵξω δ’ οὐκ ἰνὶ καταστῆναι μέμψεως.
αὐτὸν ἐπὶ τῆς αὐτῆς ἰδεῖν, καὶ κατὰ τοῦτ’ ἂν αὐτὸν ὀφείλειν ἐνόμισε δίκην.
δέ ἐστιν ἀτιμίαι, πληγαί, νόμων <καὶ> δίκης ἀσθένεια, φό- βος συνδίκοις, περιοφθεὶς | γυμνὸς ὁ πολιτευόμε- 3 νος, ἔφεσις κεκωλυμένη δέει, φρόνημα τῶν οὐδενὸς ἀξίων, ταπεινότης <τῶν> πολλοῦ, μέγας ὁ μῖμος, οὐδὲν ὁ διδάσκαλος, πολλαὶ ψευδολογίαι, τούτων ἐν ταῖς
πλείοσιν ἐπιορκίαι.
ἐθῶν δὲ τῶν τε ῥωμαλεωτέρων τῶν τε ὡραιοτέρων ὅθεν ἐκινήθησαν ἐπανιόντων, εἰκόνων δὲ τῶν ἴσων ἀξιου- μένων ^ παρέδρου τε συνειλημμένου στραῖιωτῶν \ 7 τε, τῶν μὲν ταῦτα ἐπαινεσάντων, τῶν δὲ εἰσηγη- σαμένων; εἰ γὰρ ἀποκτεῖναί τε αὐτὸν ἔδοξε βασιλεῖ
καὶ προσαποστερῆσαι ταφῆς, οὐ καὶ τόθ’ ἡμᾶς χαίρειν ἐχρῆν καὶ ᾠδαῖς ἀμείβεσθαι τὸ ἔργον; τί δ’ ἂν ἥδιον γένοιτο τοῦ παμπόνηρον ἄνθρωπον καὶ ἔχιν σφάτ- τεσθαι, καίεσθαι, κατακόπτεσθαι;
θεοί τε ὧν ἐπὶ τοῖς ἡμετέροις ὄρεσιν ἱερὰ παρά τῶν ἐκ τῆς Ἑλλάδος δεῦρο μετῳκηκότων ἱδρυμένα· τοῖς δ’ Ἀντιοχέων ὑγιαίνουσι καὶ τά πεπραγμένα αἰτιωμένοις μὴ τοσοῦτον ἀρκείτω μηδ’ ὀμνύτωσαν οἶ βουλεύοντες μόνον ἀλγεῖν τοῖς τετολμημένοις, ἀλλ’ ἔργῳ τοῦτο 8 9 δεικνύτωσαν. τοῦτο δέ ἐστιν ἑλεῖν δι᾿ ὅσων ἔνεστι | τοὺς γλώττας ἀκολάστους ἔχοντας <καὶ> παρα- 10 δοῦναι τοῖς νόμοις, τῶν ξένων διακρῖναι τούς μετριω- τέρους ἀπὸ τῶν κατορωρύχθαι δικαίων καὶ τῶν μὲν συνήδεσθαι τῇ πόλει μενόντων, τῶν δ’ αὐτὴν ἐλευ-
θεροῦν ἐκβάλλοντας, ἐξωθοῦντας, ἐκκηρύττοντας.
Oratio 56. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.