δὴ λουσόμενος, εἰς μέσους αὐτοὺς ἐμπεσὼν ἐσπέρας τῷ λουτρῷ χαίρειν εἰπὼν ἀναστρέψας οἴκαδε ἐβάδιζε παραπεμπόμενος ὑπὸ τοσαύτης ἀσελγείας. καὶ οἱ μέν ἠσέλγαινον, ὁ δὲ ἐβρενθύετο ὥσπερ ἐν τοῖς ἐκείνων ἢ αὐτοῦ βελτίονος ἀντὶ χείρονος ἢ χειρόνων ἐκείνων
ἀντὶ κρειττόνων ἐσομένων. καὶ ὅπως διά πάσης γε ὑπερβολῆς ἔλθοι τὰ τῆς ὕβρεως καὶ παραλειφθείη μηδὲν μηδὲ σιωπηθείη, σκότῳ ποιεῖ πλείω τὴν παρρη- σίαν ἀφελὼν τὴν λαμπάδα. οἶ δ’ οὔτε πυρὸς οὔτε σελήνης ἐλεγχούσης ἐκώμαζον.
Oratio 56. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.