χώρησις τῶν Ἑλλήνων ἐξ Ἰλίου χρονία γενο- μένη πολλὰ ἐνεόχμωσεν, ὥστε μὴ εἶναι τοῖς ἐπαν- ήκουσιν ἡσυχίαν εὑρεῖν. ἀλλ᾿ οὔτε τῶν ἄλλων οὐδεὶς τῶν οἴκοι φροντίζειν μᾶλλον ἠξίωσεν οὔθ’ ᾧ τοσαύτη πρόφασις ἀποπλεῖν ὑπῆν τὰ περὶ τὸ γέρας καὶ τὴν
ὕβριν. ὁ δὲ οὐδὲ τῶν ὀμωμοκότων εἷς ἦν. ἔτι τοίνυν οἷ μὲν ἔμενον ἐν τῷ πολεμεῖν, ὅπως εἷς τὴν αὑτοῦ γυναῖκα κομίσαιτο. μόνος γὰρ ὁ Μενέλαος ἠδίκητο καὶ σῶμα ἔν ἥρπαστο, ἡ Ἑλένη. σὺ δὲ οὐκ ἄλλῳ πονήσεις, ἀλλὰ σὸν τοῦτο ἔστιν. ὥσπερ ἐκεῖνος ἐκεί-
νῆν, οὕτως αὐτὸς τοῦθ’ ἔξεις.
ὑμεῖς δέ μὴ τοῦτο λογίζεσθε μόνον, ἀλλά καὶ τὴν 4 ἐντεῦθεν ἐσομένην ζημίαν. ἢ θησαυροῦ μὲν | κω- λυόμενοι τυχεῖν οὐ πρᾴως οἰστὸν ἡγεῖσθε, λόγων δὲ κωλυόμενοι τυχεῖν πρᾴως ἀξιώσετε φέρειν;
Oratio 55. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.