παῖδας ἐκ μέσου τοῦ μανθάνειν ἀνασπωμένους, ἔπειτα ἐλθόντας οἴκαδε παρεστηκότας τοῖς φύσασιν ἀτιμίᾳ μόνη τὴν βοήθειαν πορίζοντας. τί γὰρ ἂν καὶ προσ- ετίθεσαν; ἀλλ’ οὔτε Ῥώμη ταῦτα ἐπεῖδεν οὔτε τῶν
αὐτοχθόνων ἡ πόλις οὔθ’ ἡ τέρπειν πεφυκυῖα Βηρυτὸς οὔθ’ ᾗ τὰς ἀρχὰς Ἀλέξανδρος ὁ Φιλίππου δέδωκεν ἡ, εἰ βούλει γε, ὁ τοῦ Δῖός.
μᾶλλον δὲ οἱ ταῖς ὀρφανίαις εἰς ῥᾳθυμίαν χρησάμενοι. 2 οἷς | γὰρ αὖ ἔρως παιδείας, τὰ μὲν ἀφεῖσαν ἐπι- τρόποις καὶ νόμοις, αὐτοὶ δὲ ἔπινον, οἷα δὴ τῶν Μου- σῶν αἰ πηγαί. σοὶ δ’ ὁ πατήρ, εἰ καὶ ἀνθρώπῳ δυσ- χερεῖ συμπέπλεκται, ἀλλὰ ζῇ γε καὶ φωνὴν ἔχει καὶ 3 4 φθέγγεται καὶ οὐκ ἀκούει τι μᾶλλον τῶν ἀηδεστέρων ἢ λέγει. ἴσως δ’ ἄν τι καὶ παιόμενος ποιοῖ παρα- πλήσιον πύκταις ἐκείνοις οἱ τᾷ δύνασθαι πληττόμενοι φέρειν τοὺς πλήττοντας ἀπειπεῖν ἠνάγκασαν. καὶ μὴν εἰ μὲν πλουτεῖτε, κατὰ τοῦτ᾿ ἂν ἀντέχοιτε· εἰ δ’ ὀλίγα
τὰ ὄντα ὑμῖν, οὐδὲν ἂν ὑμῖν ἐν ταῖς προσβολαῖς ἀπολλύοιτο μέγα.
ἀνιστάμην. οὐδετέρῳ γὰρ τοῦτ᾿ ἐφαίνετο πρέπειν. ἀλλὰ τὰ μὲν τῆς οὐσίας ὑπέρρει καὶ τῶν πωλούντων ἣν ἀγρούς, πολλὴν γῆν ἀπὸ πολλῶν ἐργαζομένην. ὅμως δὲ ἦν οὗπερ ἦν, νομίζων οὐ τὸ τὴν ἐν τῇ μάχη τάξιν λιπεῖν εἷναι μόνον κακόν, ἀλλὰ καὶ τὸ τὴν τοῦ
μανθάνειν, εἴτε τις ὑπὸ τοῦ πατρὸς εἴη ταχθεὶς εἴτε αὐτὸς ὐφ’ ἑαυτοῦ. πρὸς μὲν | οὖν τὰς ἀγγελίας 5 ἔκυπτον εἰς γῆν ἀπὸ λύπης καὶ τῆς λύπης μὲν οὐ περιῄειν ζητῶν φάρμακον, ἀλλ’ εἶχον ἐγγὺς ἐπ’ αὐτῶν τῶν χειρῶν αὐτὰ τά βιβλία, καὶ τῶν ἐξιόντων ἀγρῶν
ἃ παρὰ τούτων ἦν ἀντιλαβεῖν ἐφαίνετό μοι καλλίω καὶ τιμιώτερα.
ἐν τοῖς πόνοις, ἀφ’ ὧν ἔμελλεν εἰς ἄνδρας ἥκων δείξειν Ἀφόβῳ καὶ τοῖς ἄλλοις, ὧς οὐκ ἀκίνδυνα ἐτρύφων.
ὃς οὕτω γήμας κακῶς οὐδὲ τὰς θυγατέρας εἴα τοῦ μετὰ Τροίαν έν δείπνῳ πεσόντος ἀναπνεῖν, ἀλλ’ ὅμως ἀνέμενε τῆς καθόδου τὸν καιρόν. εἰ δὲ προηπείχθη, τὸν μὲν βουλόμενον δίκην λαβεῖν ἐδείκνυεν ἂν, τού- του δέ οὐδὲν ἂν εἶχε πλέον.
Oratio 55. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.