λαιῶν τε καὶ νέων ὑπὸ τῶν ἀεὶ κρατούντων τιθεμέ-
νῶν. | καὶ τοῖς ἀδικουμένοις αὕτη καταφυγὴ γραφή, κατηγορίαι, ἔλεγχος, τιμωρίαι. τὸ μέν γὰρ ἄμεινον ἦν μηδὲ ἀδικηθῆναι, τὸ δὲ δεύτερον δίκην λαβεῖν, ᾧ μόλις παύσαιτο ἄν τις ἀλγῶν. ταύτην τοίνυν τὴν
ἐπικουρίαν, ὦ βασιλεῦ, τὴν οὕτω καλὴν καὶ προσή- κουσαν καὶ θεοῖς φίλην οὐκ ἐῶσι σώζεσθαι τοῖς δεομένοις τινές. οὑς πεπαῦσθαι προσήκει νόμῳ τε σῷ καὶ ὀργῇ.
δὲ τοῖς νόμοις, ἀπελοῦντες δέ, εἰ μὴ πείσουσιν, ἐπικείσεσθαι τῷ μὴ κεχαρισμένῳ, καὶ | 3 οἱ μὲν θρασύτεροι ταῦτα τὸν αὐτὸν κατειληφότες θρόνον, ὑβρίξοντες μὲν ἐφ᾿ οὗ κάθηνται, ὑβρίξοντες δὲ τοῦ δικαστηρίου τὴν μορφήν, ὑβρίξοντες δὲ τὴν δίκην,
ὑβρίξοντες δὲ τὸν ταύτης ἐπώνυμον, οἱ δὲ δείλης ἐμπιπλάντες τὴν καταγωγήν, μετριώτεροι μὲν τούτων ἐν ᾦ τῶν δικαστηρίων ἀπέχονται, δίκαιοι δ᾿ οὐδ᾿ αὐτοὶ τὰς εἰσόδους τὰς τοιαύτας ἐπὶ τοῖς μὴ δικαίος ποιούμενοι καὶ τῷ πεῖσαι τὸν δικαστὴν ἃ μὴ τὰ πράγματα
δύναται.
Oratio 52. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.