LII.
ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΕΙΣΦΟΡΑ ΝΟΜΟΥ ΚΑΤΑ ΤΩΝ ΕΙΣΙΟΝΤΩΝ ΕΙΣ ΤΑΣ ΤΩΝ ΑΡΧΟΝΤΩΝ ΚΑΤΑΓΩΓΑΣ.
πολλὴν τούτου πρόνοιαν πεπεισμένος. καὶ δέδοικα νῦν οὐ τὸ δόξειν σοι περὶ μὴ σπουδαίων ἐνοχλεῖν, ἀλλὰ τὸ βραδέως σοι ταυτηνὶ κεκομικέναι τὴν γνώμην. ἢν γὰρ αὖ φανῇ σοι συμφέρουσα, μέμψιν οἶδ’ ὅτι ποιήσῃ τὸ μὴ πάλαι ταῦτα κεκομικέναι. ἐμὲ δὲ τὸν μὲν ἄλλον
χρόνον φόβος τις ἐκώλυε, νῦν δὲ οὕτος οὐκ ἀνῄρηται μέν, ἀλλὰ μένει, μένων δὲ ὅμως νενίκηται δεινὸν ἤδη
ἀλλήλους καλεῖν. ἐνομίσθη τοίνυν τοῖς μὲν κρίνεσθαι στρατοπέδοις καὶ χερσί, τοῖς δὲ δικαστηρίοις καὶ νόμοις. φυλάξαιτο δ’ ἄν τις ῥᾷον ἐκείνους τοὺς πολεμίους ἡ τούτους οἷς μᾶλλον ὑπάρχει λανθάνειν.
Oratio 52. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.