1 2 3 ὁπλίτης καὶ ἱππεὺς καὶ ἀκοντιστὴς καὶ τοξότης, ἀλλὰ τὸ τοὺς ἄρχοντας ἄγειν καὶ τὸ τοὺς ὑπὸ τῆς σῆς ἀπε- σταλμένους ἐπὶ τοῦτο κεφαλῆς τοῖς τούτων βουλήμασιν ὑπηρετεῖν. οἱ καὶ κώμην πολλάκις ἀνέστησαν ἀδικου-
μένην ὑπὸ μείζονος διὰ τὸ μείζω τὸν μισθὸν εἶναι τὸν παρά τῆς μείζονος. ἴθι δὴ καὶ ταύτας ἡμῖν ἔκ- κόπτε τὰς τυραννίδας. δεῖ δὲ οὐδέν σε πολλὴν μὶν γῆν ἐπελθεῖν, ὑπερενεχθῆναι δὲ ὀρῶν καὶ τῶν μέν ὅπλοις, τῶν δὲ κρατῆσαι γνώμῃ, ἀλλ’ ἐὰν δόξῃ κεκλεῖ-
σθαι τῶν ἀρχόντων τὰς θύρας, οἵδε καταλέλυνται.
διὰ τοὺς ἠδικημένους. ὁ δ’ ὧς ἰσχυροῦ τινος εἰλημ- μένος τοῦ χρόνου τοσοῦτον ἀποκρινάσθω, εἰ καὶ λοι- μὸν μακρὸν ἡμῖν ὑπισχνουμένου τινὸς θεῶν ἢ καὶ ἀνθρώπων λύσειν οὐκ ἂν προσεῖτο τὴν δωρεάν διὰ τὸ μῆκος τῆς νόσου. τοὐναντίον μὲν οὖν τὸ μῆκος
ἂν παρῄνει σπεύδειν καὶ μὴ μέλλειν, ἀλλ᾿ ἁρπάζειν τἀγαθόν.
Oratio 52. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.