τούς τοιούτους | καὶ νομίζειν καὶ καλεῖν ἢ τυράν- 1 νοῦς, οὐ τριάκοντα κατὰ τοὺς πάλαι ποτὲ τῶν Ἀθη- ναίων, ἀλλ’ ὅσους οὐδ’ ἂν ἐξαριθμήσειέ τις; μὴ γάρ, εἰ μὴ κατέχουσιν ἀκροπόλεις μηδ’ εἰ μὴ δορυφοροῦνται μηδ’ εἰ τὴν ἐσθῆτα τὴν τῶν ἀρχομένων φοροῦσιν,
ἀλλ’ εἰ μὴ μείζονές εἰσι τῶν νόμων ἐν οἷς τέ τισι συμπνέουσιν ἐν οἷς τε ἐναντιοῦνται, εἰ μὴ ταῦτα πάντα τῶν εἰδότων καὶ ὁρώντων. καίτοι τί πλέον αἰ τυραν- νίδες; πολεμεῖς δὲ καὶ μισεῖς οὐ τοὔνομα τοῦ πράγ- ματος, βασιλεῦ, αὐτὸ δὲ τοὖργον | καὶ τά ἀπ’ 2 αὐτοῦ κακά.
Oratio 52. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.