ἐπὶ τὴν τῆς πόλεως χρείαν. εἰ γὰρ ὅτι οὐκ ἔξεστι φήσουσιν, οὐδὲ ταῦτα ἔξεστι. πῶς οὖν τὸ μὴ ἐξεῖναι τιμῶντες οἶς τούτων ἀπέχονται, τὸ αὐτὸ τοῦτο δι’ ὧν ποιοῦσιν ὐβρίζουσι; καὶ μὴν ὑπὲρ πολλῶν αὐτοὺς οἶδα διὰ γραμμάτων ὑμᾶς ἐρομένους, εἰ ποιητέον, ὡς οὐκ
ὂν θέμις ποιεῖν ὃ μὴ τῆς τοιαύτης ἐξουσίας ἔτυχε. πῶς οὖν οὐ καὶ περὶ τούτων ἤροντο καὶ τὰ παρ’ ὑμῶν ἀναμείναντες οὕτως ἢ ἔδρων ἢ οὔ; νῦν δ’ αὐτῷ τῷ φυγεῖν τὸ ἐρωτῆσαι τὸ μὴ τῶν δικαίων εἶναι τοὖργον δεδηλώκασιν.
χρῆν ἔχειν οὐκ ἔχειν, ἀλλ’ εἶναι παρ’ ἡμῖν ὃ μὴ εἶναι βέλτιον.
δὲ οἱ μὲν μετὰ πόνου τὰ σφῶν αὐτῶν ῥύονται, οἱ δ’ ἂν ἀντιβλέψαι τολμήσωσι, τυπτόμενοι μανθάνουσιν, ὅτι κρεῖττον ἦν σιωπῇ πάσχειν κακῶς. τοῦ τοίνυν μὴ δικαίως τούσδε πιέζεσθαι τὸ μὴ καὶ πάντας τὰ τοιαῦτα πονεῖν σημεῖον. εἰ γὰρ οὐδεὶς ὑπ’ ἐκείνων
οὐ πονούντων παραβαίνεται νόμος, οὐδ’ οἵδε νόμῳ πρὸς τοῦτ’ ἄγονται.
δεδουλευκότες τοῖς ἔθεσιν· εἰ δὲ λέλυται πολλὰ διὰ παντὸς τοῦ χρόνου τοῖς κρείττοσιν εἰξάντων τῶν χειρό- νων, μὴ τὸ περὶ τῆς τοῦ πράγματος φύσεως διαλέγε- σθαι φεύγοντες ἐπὶ τὸ πεπρᾶχθαι πολλάκις γόντων. ἄχθεσθαι γὰρ ἄξιον, ὅτι γέγονε πολλάκις,
ἀλλ’ οὐκ ἐπὶ τῶν αὐτῶν διὰ τοῦτο μένειν.
Oratio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.