δεῖξαι νόμον οὔτε σὸν οὔτε ἄλλου βασιλέως οὐδενός, καθ’ ὃν καὶ τοῦτ’ ἔστιν ἐν λειτουργίαις. οὐδέ γε ἐν τοῖς καθ’ ἕκαστον ἔτος γράμμασιν ἐν οἶς ἃ δεῖ φέρειν ἔστιν, οὐδαμοῦ προσγέγραπται· τοῖς δὲ ἄρχουσι καὶ τοῦτο περὶ ὅτουπερ ὁ νῦν λόγος ἐξέστω ποιεῖν
καὶ τοὺς ὄνους τοὺς οὐ τῆς πόλεως | ποιεῖν 1 τῆς πόλεως. καίτοι καὶ εἰ νόμῳ τοῦτο διώριστο, κατὰ μὲν τὴν ἐντεῦθεν ἀνάγκην ἐγἱγνετ’ ἄν, οὐ μὴν ἄνευ γε τοῦ χαλεπῶς φέρειν, ἦν δ’ ἂν ἴσως τι καὶ παραμυθίας ἐξ αὐτοῦ τοῦ κεῖσθαι νόμον. νῦν δὲ
2 3 νόμος μὲν οὐδαμοῦ, τοῦτο δὲ πολὺ τὸ ἔργον.
Oratio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.