νῦν ἀριθμοῦμεν τὰ τῶν μυῶν ἔθνη, τοὺς ὄφεις, τὰς ἀκρίδας, τὸν χοῦν. παιδεύονται γὰρ οἷς ζημιοῦνται φεύγειν, ὥσπερ τι βάραθρον, τήνδε τὴν πόλιν καὶ ζητεῖν οὗ ταῦτα οὐ πείσονται. ὥστε οις οὐ πᾶσα | 1 ἀνάγκη δεῦρ’ ἰέναι, βαδίζουσιν ἄλλοσε παραινοῦν-
τες οἷς συντυγχάνοιεν ἀναστρέφειν.
λόγος οὐδ’ εἰ τοῖς πενεστέροις ταῦτα ἐχαρίζοντο, ἥττων δ’ ἂν ἦν ἡ κατηγορία τῆς τῶν τὴν χάριν λαμβανόντων ἐνδείας ἀφαιρούσης τι τοῦ μύσους; νῦν δὲ ἐκείνους μὲν οὐδ’ ἴσασιν, ἀλλ’ ἐκ τῶν ὄντων αὐτοῖς τῶν ὀλίγων ἐπανορθοῦσι τὰς οἰκίας, οἷς δὲ πάντα πολλὰ καὶ γέλως
τὰ τοῦ Γύγου, τούτοις οὕτω συνοικοδομοῦσιν, οἷς μυρίαι μὲν κάμηλοι, πολλοὶ δὲ ὀρεῖς καὶ ζεύγη, πλῆθος δὲ ἵππων ταῖς τῶν ἱπποκόμων χερσὶ κοσμουμένων, οι δικαιότερον ἂν τοῖς δεσπόταις τά τοιαῦτα ὑπούργουν ἢ οἱ μικρὸν τῶν τεθνεώτων διαφέροντες ὄνοι.
Oratio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.