τῶν πυλωρῶν ἁρπαγαί, μικρὸν | εἰπεῖν χαλινοὺς 1 ὄνων καὶ ἱμάντας ἑτέρους καὶ σχοινία καὶ ἄρτους κεκρυμμένους Ἰχνευομένους, ἀλλ’ εἰ μὴ καὶ τὸν χιτῶνα αὐτὸν προσαφέλοιτο, φιλανθρωπότερος ἀξιοῖ νομίζε- σθαι. περὶ μὲν γὰρ τὸν εἰσιόντα ταῦτα ποιοῦσιν, ὡς, εἰ φέρων ὀφθείη χοῦν, ἀποδώσοντες, ἀναστρέφοντος
2 3 4 δὲ οἱ μὲν ἑαυτοὺς ἠφάνισαν, ὁ δ’ οἰμώξας καὶ πλήξας τῇ χειρὶ τὸ μέτωπον ἀπῆλθε. καὶ ἔστι τοῖς ἀθλίοις ἐν εἰρήνῃ πόλεμος χρῄζουσι μὲν τῆς πόλεως, ἀκούουσι δὲ παρὰ τῶν ἔργων, ὅτι χρὴ φεύγειν τὴν πόλιν.
πνοὴ δὲ οὐδαμόθεν. οὐδὲ ἔστι σπονδῶν τυχεῖν, ἀλλὰ λέγεται μὲν ὑπὸ τῶν ὁρώντων τοὺς πόνους, ὅτι ·ταῦτα οὐ κατὰ τὴν πολιτείαν, ἐκφέρεται δὲ ὅμως ὁ χοῦς, μᾶλλον δὲ ὁ πηλός, ἔστι δ’ οὗ καὶ βόρβορος. ὑφ’ ὧν ἀμφοτέρων ἄχρηστα τοῖς σιτηγοῦσι τὰ σακκία, κἂν
ἐμβαλὼν εἰς οὕτω διακείμενα σῖτον ἄγῃς, διέφθειρας. τῆς δ’ ἐντεῦθεν βλάβης ἐπὶ τὸν ἄρτον ἐρχομένης εἰς τὴν τοῦ σίτου τιμὴν ὁ κομίσας ἐζημίωται.
Oratio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.