πεπονθότας τί τούτοις ἢ πόθεν ᾐ συμφορᾶς ἴαμα μήτ εἰς πανδοκεῖον αὐτοὺς εἰσάγοντος μηδενὸς βαλλαντίου, πῶς γὰρ τοῦ γε οὐκ ὄντος; τήν τε ἐν νυκτὶ πορείαν σφαλερὰν τῶν κακούργων ποιούντων τροφῆς τε οὐδα- μόθεν φαινομένης οὔτ’ αὐτοῖς οὔτε τοῖς ὄνοις. καὶ
νόσους τοίνυν καὶ θανάτους εἰκὸς ἐκ τοῦ τοιούτου γεγενῆσθαι πολλάκις, εἰ δὲ καὶ μὴ ταῦτα, λύπην γε καὶ δάκρυα τούτων τε αὐτῶν καὶ τῶν τούτοις οἰκείων ἐν τῷ μὴ ἔχειν ἀλλήλους ὀδυρομένων.
Oratio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.