νοτερὸν, τῶν ἀδικουμένων αὐτῶν ἀγὼν ὑπὲρ τοῦ φορ- τίου σπεύδοντος ἑκάστου πρὸ ἄλλου τυχεῖν τοῦ φορ- τίου. καὶ τοῦτο, ὦ Ζεῦ καὶ θεοί, πωλεῖται τὸ κακόν. καὶ ὁ μὲν οὗ τυρὸν ἔμελλεν ἕξειν ἀργυρίου, τοῦτο δοὺς ἀπῆλθεν, ὁ δ’ οὐ δυνηθεὶς ἔστηκε κλάων, ἐλεεῖ
δὲ οὐδείς. καίτοι τί τούτων ἐλεεινότερον οἷς ἐκ τῆς ἀπορίας ἡ βραδυτής; ὧν οἱ μὲν τοῦ χοῦ μετέλαβον | 1 <δείλης>, οἱ δ’ ἡλίου μέλλοντος δύσεσθαι, οἱ δὲ δεδυκότος, οὓς εἶναι χρῆν οἴκοι πρὶν ἥκειν μεσημβρίαν.
Oratio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.