τάξεις καὶ προσηγορίας εἰσπράττοντα, τοῖς ἑαυτοῦ χρήμασι λοῦσθαι τοῖς ἐκεῖ παρέχοντα, τὸν δ’ αὐτὸν ἀμφορέα λαβόντα βαλανέα γενέσθαι, καὶ τῷ ἄρχοντι θαῦμα τοῦτο ἐνεγκεῖν ὁρῶντι τὸν πολιτευόμενον καὶ 1 2 3 ταῦτα ἐργαζόμενον. τούτῳ τοίνυν ἐξῆν ἂν ἔχειν νωνοὺς οὐκ ὀλίγους καὶ πρὸς τούτῳ ταυτὶ τἀν τῷ βαλανείῳ διαφυγεῖν, εἰ μὴ κέρδος ἦν αὐτῷ τὸ μεμο- νῶσθαι. νῦν δ’ ὁ μὲν ἄρχων ἐγέλασε, τὸ κακὸν δὲ ἔμεινεν, ἡ πόλις δὲ εἰς κώμης σχῆμα κατέβη. διόπερ
ἐπαινεῖν ἔχω τὸν νῦν τοῦτον ὕπαρχον τρεῖς τινας ἀπὸ δικαζόντων <τῶν> θρόνων εἰς βουλὴν μᾶλλον δὲ οὐ τὸ πᾶν ἐπαινῶ. τῇ γὰρ ἀρχῇ τὸ τέλος οὐχ ὡμολόγησεν. οὐδὲ γὰρ τρεῖς ἂν ἑωράκει μόνους τῷ | δικαίῳ συναγωνιζόμενος, ἀλλ’ οὐδὲ ἔστιν 4 εἰπεῖν ὅσους.
τῶν βουλῶν δὲ ὡς ἐδείκνυον διακειμένων οὐδ’ ὑπὲρ ὅτου καλὸν κινδυνεύειν ἔνι. τοσοῦτον ἐντεῦθεν αἶσχος κατακέχυται τῶν πόλεων τῆς ἐκεῖθεν ἀμορφίας ἐπὶ πᾶν ἀφικνουμένης. ποίησον δὴ πάλιν λαμπρὰ μὲν τὰ θέατρα τῷ πλήθει παρὰ τῶν διδόντων, λαμπρὰς
δὲ τῷ αὐτῷ τούτῳ τὰς ἐπιδείξεις τῶν λόγων, ὡς νῦν γε οἱ μὲν οὐδ’ εἰπόντες πορεύονται στένοντες, οἱ δ’ ὅτι εἶπον ἑαυτοῖς ἐπιτιμῶντες, καὶ μήν, ὅ μέγιστόν 5 6 7 ἐστιν ἁπάντων, τὸ τῆς ῥητορικῆς σθένος, ᾗ καὶ τὸ πραχθῆναι προσῆκον εὑρίσκεται καὶ τὸ πραχθὲν μιάζεται. ταύτῃ τοίνυν μετὰ τῶν βουλῶν ἀπολωλέναι καὶ διεφθάρθαι συμβέβηκεν, ὥσπερ, ἡνίκα ἦσαν μεγά-
λᾶι, καὶ ταύτῃ τετιμῆσθαί τε καὶ πολλοὺς ἔχειν τοὺς ἐραστάς.
Ἑλλὰς μήτηρ, ἤ, εἰ βούλει γε, ὧν πατέρες οἱ παῖδες τῆς Ἑλλάδος. ὡς οὖν ἐν τῷ ταῖς βουλαῖς βοηθεῖν βοηθήσων καὶ τοῖς νῦν ἀπερριμμένοις βιβλίοις, τῇ κατὰ τούτων οἷς βραχὺ τῶν δικαίων μέλει κολάσει δεῖξον ἄμφω τὴν ἰσχὺν ἀπειληφότα, τά τε βουλευτήρια
τά τε διδασκαλεῖα.
Oratio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.