οὐδ’ εἴργει καταβαίνοντας εἰς λιμένα οὐδ’ ἃ τὰς βουλὰς ἐλεούντων ἦν λέγει, ἀλλὰ καὶ συγχαίρουσι καὶ συνεύ- χονται καὶ προπέμπουσι. καὶ τοσαῦται μὲν πρεσβείαι, φροντὶς δὲ ἐλαττόνων, τῶν τηλικούτων δὲ οὐδεμία.
φύσεως θεῖναι νόμον μὴ τοιαῦτα τοὺς τοιούτους μαν- θάνειν, ἀφ’ ὧν αὑτοὺς ἔξω τῶν βουλῶν ποιήσουσιν, ἀλλ’ ἀφ’ ὧν τὴν τῶν προγόνων ὁδὸν ἥξουσιν, οἷς ἦν 1 2 3 ἀρκοῦν εἰς φιλοτιμίαν ἀπὸ τῆς Ἑλλάδος φωνῆς ταῖς πατρίσι βοηθεῖν. καὶ οὐδὲν δεινὸν ἔπασχε Φασγάνιος ἐκεῖνος δι’ ἑρμηνέων τοῖς ἄρχουσι συγγιγνόμενος οὐδ’ ἰλιγγιῶν ἑωρᾶτο, οὐδ’ οἱ τῶν Ῥωμαίων ἄκροι τῷ μὴ
τὴν Ἰταλῶν γλῶτταν εὑρίσκειν παρ’ ἐκείνῳ χεῖρον τῇ πόλει τά πράγματα ἔχειν ἔφασκον, ἀλλ’ οὕτως ἀνεῖχε τὴν βουλὴν καὶ τὴν πόλιν καὶ προιὼν ἐνδοξότερος 4 ἐγίγνετο καθ’ ἑκάστην Ι ἡμέραν, ὥστ’ οὐδεὶς τῶν ἀρχόντων οὐχὶ Φασγάνιος μᾶλλον ἢ ὅσπερ ἦν Μέλεν
εἶναι. καὶ γάρ τοι μᾶλλον ἐκεῖνοι τοῦτον ἐπανελθόντες ἢ ὅδε ἐκείνους μένων ἐθαύμαζε.
γὰρ ἀσφαλῶς πονηρευόμενοι πολεμοῦσι τοῖς συμφέ- ρουσι τῶν πατρίδων, δόντες δὲ δίκην παύσονται του τὰ τοιαῦτα πωλεῖν.
Oratio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.